0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [2]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De nativitate Joannis Baptistae

[00001]    Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ.

[00002]    Ἐπέστη σήμερον ἡ τῶν χρεωστουμένων ἀπαίτησις, πάρεστιν ἡ μεθοδεύουσα ἡμέρα ἡμᾶς τὸ ὄφλημα, ἐπίκειται ἡ ἐμπρόθεσμος τῶν δανεισθέντων ὀξύτης·

[00003]    δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις.

[00004]    Τί δὲ λέγω τὸ λεῖπον, ὅπου καὶ ἀποδιδόμενον αὔξει τὸ χρέος καὶ πληρούμενον ἑτέραν ἡμῖν ἀρχὴν ὀφλήματος ἀπεργάζεται.

[00005]    Τοιοῦτοι γὰρ οἱ εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν γινόμενοι λόγοι·

[00006]    φιλονεικοῦντες μὲν ἀποδιδόναι τὸ χρέος, ὑποπίπτοντες δὲ ἀεὶ τῷ ὀφλήματι.

[00007]    Τί γὰρ ἔστιν εἰπεῖν ἐπὶ τῷ μεγέθει τῶν τοῦ δικαίου πραγμάτων ἢ ἐπὶ τῇ τοσαύτῃ τῶν κατορθωμάτων λαμπρότητι;

[00008]    Ἢ μόνον τάχα ἐκείνῃ χρήσασθαι δίκαιον τῇ φωνῇ·

[00009]    «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.».

[00010]    Αὕτη γὰρ ἀξία τῶν ἐγκωμίων ἡ μνήμη, αὕτη τῆς ὀφειλομένης τιμῆς ἡ ἀλήθεια·

[00011]    δεσπότης γάρ ἐστιν ὁ καὶ λέγων ἀψευδῶς καὶ ἐπαινῶν ἐπαξίως.

[00012]    Οὐκ ἐγήγερταί φησιν, ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.

[00013]    Οὐδεὶς γὰρ ἐν γεννητοῖς τῶν δικαίων οὕτως ἐγήγερται·

[00014]    Ἰερεμίας ὁ προφήτης ἐκ μήτρας ἡγίασται, ἀλλὰ Ἰωάννης ὁ βαπτιστῆς καὶ τούτου πλέον τετίμηται.

[00015]    Ἀλλὰ καὶ αὐτοῦ τοῦ ἁγίου πνεύματος πληροῦται κυοφορούμενος·

[00016]    πνεύματος γάρ φησιν, ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ.

[00017]    ∆ιὸ καὶ ἔνδον τῆς γαστρὸς σκιρτήσας εὐαγγελίζεται καὶ τικτόμενος τὴν ἐπὶ τῷ πατρὶ εὐθὺς θεραπείαν ἐργάζεται.

[00018]    Ἀμέλει πάντες φησιν, οἱ ἀκούσαντες ἔλεγον·

[00019]    τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;

[00020]    Ἀδημονοῦσι γὰρ θαυματουργοῦντα τὸν βαπτιστὴν πρὸ τοῦ καιροῦ θεωροῦντες, θαυμάζουσι τὴν τοῦ βρέφους ὑπὲρ δύναμιν ἀξίαν.

[00021]    Βλέπουσι τὸ παιδίον καὶ χρόνων τοῦ βίου καὶ τρόπων ἀνώτερον.

[00022]    Τὰ πρὸ τοῦ τόκου μαθόντες ἐκπλήττονται, τὰ μετὰ τὸν τόκον ὁρῶντες ξενίζονται.

[00023]    Καὶ ἀποροῦντες κεκράγασιν·

[00024]    «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου;

[00025]    Θέλετε τὴν προσγινομένην αὐτῷ γνῶναι ἀξίαν;

[00026]    Ἀκούσατε τοῦ ἀγγέλου περὶ αὐτοῦ κεκραγότος·

[00027]    «Ἔσται φησί, μέγας ἐνώπιον κυρίου.».

[00028]    Ἰδοὺ καὶ πάλιν τὸ μεῖζον ἀπονέμεται τῷ δικαίῳ, τῷ τῆς ἐρήμου ποθεινῷ.

[00029]    Οὔπω ἐμάνθανε τὴν πλοκὴν τῶν πραγμάτων, καὶ προλαμβάνων φυλάττει τῆς ψυχῆς τὴν ἁπλότητα.

[00030]    Οὐ γὰρ ἀνέχεται τὸν ἀνθρώπινον ἐμπορεύεσθαι πλοῦτον, οὐκ ἐρᾷ δόξης λυομένης ἐν βίῳ, οὐ παρέχει τῇ γαστρὶ τὴν ἀκόρεστον γεῦσιν, οὐ τὴν τῶν βρωμάτων ποικιλίαν γινώσκει, οὐκ ἐσθῆτος καλλωπισμὸν περιβάλλεται.

[00031]    Εἶχε γάρ φησι, τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλων καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ.

[00032]    Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ τὸ ἔνδυμα.

[00033]    Ἀχθοφόρου γὰρ ζῴου τὰς τρίχας ἐφόρει, σημαίνων ὡς τὸ ἐπικείμενον αὐτῷ κατὰ τὴν ἔρημον βάρος φέρειν καὶ αὐτὸς ἀνέχεται κούφως·

[00034]    βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος.

[00035]    Εἶχε δὲ καὶ δερματίνην ζώνην, δι' ἧς τήν τε νενεκρωμένην τῆς γαστρὸς ἐπιθυμίαν ἐδήλου καὶ τῆς ψυχῆς ἐν ταὐτῷ τὴν ἀνδρείαν ἐνέφηνεν.

[00036]    Ἡ δὲ τροφὴ ἦν αὐτῷ φησιν, ἀκρίδες καὶ μέλι ἄγριον.

[00037]    Καὶ τοῦτο τῆς πολυτελεστάτης ἥδιον ἐν ἐρήμῳ.

[00038]    ∆εσπότου δὲ καὶ ποιητοῦ ἀποφηναμένου μὴ ἐγηγέρθαι ἐν γεννητοῖς γυναικῶν μείζω Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ

[00039]    Επιτρέπετα

[00040]    τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται.

[00041]    Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ' ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι·

[00042]    καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα.

[00043]    Ηὔξανε γάρ φησιν, καὶ ἐκραταιοῦτο πνεύματι.

[00044]    Ταῦτα τῆς ἡλικίας καὶ τῆς χάριτος τὰ γνωρίσματα·

[00045]    συνηύξει γὰρ τῷ σώματι τοῦ νέου καὶ ἡ τῆς ψυχῆς ἀρετή.

[00046]    Καὶ τὸ θαυμαστότερον ὅτι ἦν φησίν, ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

[00047]    Ἦν ἐν ταῖς ἐρήμοις.

[00048]    Καὶ τί μεῖζον τούτου τοῦ κατορθώματος;

[00049]    Παιδαγωγουμένης ἐν ἐρήμῳ νεότητος, παιδίον οὔπω τὴν πεῖραν τοῦ βίου λαμβάνει καὶ τὴν ἐν ἐρήμῳ πολιτείαν ἁρπάζει, οὔπω γινώσκει τοῦ κόσμου τὴν ὄχλησιν καὶ τὴν ἡσυχίαν ἀσπάζεται.

[00050]    Ἀλλὰ τί τούτοις ἐνδιατρίβειν ἔτι φιλονεικοῦμεν τοῖς λόγοις, συνέχοντος ἡμᾶς ἤδη καὶ τοῦ λαοῦ τοῦ πρὸς αὐτὸν εἰς τὴν ἔρημον τρέχοντος;

[00051]    Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ ἀνδρὸς πολιτεία·

[00052]    ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος.

[00053]    Συνέρρει δὲ πλέον πρὸς Ἰωάννην τὰ πλήθη τῷ ξένῳ θαύματι τοῦ κηρύγματος·

[00054]    μετὰ γὰρ τὸ ἀναδειχθῆναι αὐτόν, ὡς προείρηται, παρεγένετό φησι κηρύσσων ἐν τῇ ἐρήμῳ καὶ λέγων·

[00055]    μετανοεῖτε·

[00056]    ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·

[00057]    καὶ πάλιν·

[00058]    ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

[00059]    Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα·

[00060]    πρόδρομος γὰρ ἦν, τὴν προσεγγίζουσαν δηλῶν βασιλείαν, εὐτρεπίζων τῷ ἐπιδημοῦντι δεσπότῃ, ἑτοιμάζων τῷ βασιλεῖ τὴν πορείαν, διεγείρων εἰς ὑπάντησιν πάντας, ἐξηγούμενος τὰ μέλλοντα θαύματα, προξενῶν τὸν οὐράνιον πλοῦτον.

[00061]    Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι.

[00062]    Ὅθεν ἐξεπορεύετο πρὸς αὐτόν φησιν, πᾶσα Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ.

[00063]    Ἔδειξεν ἀξιόπιστον τῆς πολιτείας αὐτοῦ τὸ κήρυγμα, μᾶλλον δὲ προσέλαβεν ἡ πολιτεία τὸ τοῦ κηρύγματος χάρισμα.

[00064]    Καὶ ἦν ὁ πρώην μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον.

[00065]    Τί λέγω πόλιν;

[00066]    Ὅλην αὐτὴν οὐρανὸν ἀπειργάσατο·

[00067]    ἄκουε γὰρ λοιπὸν τῶν ἐπουρανίων ἐντεῦθεν πραγμάτων.

[00068]    Τότε φησίν, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.

[00069]    Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα·

[00070]    οὗτος γάρ φησιν, ἦν ὁ λύχνος ὁ φαίνων.

[00071]    Ἦλθεν ἡ πηγὴ τῆς ζωῆς πρὸς σταγόνα βαπτίζουσαν, ὁ πόταμος τοῦ θεοῦ πρὸς βραχύτατον ῥύακα, τὸ πέλαγος τῆς σωτηρίας πρὸς ὀχετὸν παροδεύοντα·

[00072]    τοῦτο γὰρ ἦν ὁ Χριστὸς πρὸς Ἰωάννην ἐρχόμενος.

[00073]    Ὅθεν καὶ καλῶς αὐτὸν ὁ βαπτιστὴς διεκώλυε λέγων·

[00074]    ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;

[00075]    «Ἐγώ φησιν, τοῦ σοῦ φωτὸς ἐπιδέομαι καὶ σὺ πρὸς μὲ παραγίνῃ;

[00076]    Ἐγὼ παρὰ σοῦ διεπλάσθην, καὶ σὺ ἔρχῃ παρ' ἐμοῦ βαπτισθῆναι;

[00077]    Ἦλθον ὡς δοῦλος ἐγὼ περὶ σοῦ τοῦ δεσπότου κηρύττων, οὐχ ὡς βαπτίσαι τὸν ἐμὸν δεσπότην ὀφείλων.

[00078]    Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι, οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου.

[00079]    Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς τὸ τοῦ βαπτίσματος ἔργον.».

[00080]    Τί οὖν πρὸς αὐτὸν ὁ δεσπότης;

[00081]    «Ἄφες ἄρτι, οὐ γὰρ ἦλθον νῦν τὴν ἐμαυτοῦ ἀξίαν γυμνῶσαι, οὐ τὸ καθαρὸν τῆς φύσεως δεῖξαι, ἀλλὰ τὴν συμφέρουσαν ὑμῖν οἰκονομίαν πληρῶσαι.».

[00082]    Τότε φησίν, ἀφίησιν αὐτόν.

[00083]    Ὢ πόσην ἡ λέξις εὐτονίαν σημαίνει.

[00084]    Ἀφίησιν ὁ δοῦλος τὸν δεσπότην, ὁ ὑπήκοος τὸν βασιλέα, οὐ γὰρ ἴσχυσεν ἡ

[00085]    Επιτρέπετα

[00086]    φωνὴ περιγενέσθαι τοῦ λόγου, οὐχ ὁ λύχνος ταῖς αὐγαῖς ἀντισχεῖν τοῦ ἡλίου, ἀλλὰ συστείλας τὸ οἰκεῖον φῶς παρεχώρησε τῇ νικώσῃ τῆς δικαιοσύνης αὐγῇ.

[00087]    Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος.

[00088]    Ὅθεν οἱ βαπτιζόμενοι λοιπὸν ἐν πνεύματι καὶ ἀληθείᾳ βαπτίζονται, καὶ τοῦτο αὐτὸς ὁ βαπτιστὴς Ἰωάννης σαφῶς κέκραγε λέγων·

[00089]    «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι·

[00090]    μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ ἀληθείᾳ.».

[00091]    Ὁρᾷς τὸν βαπτιστὴν μετὰ τοσαύτην τιμὴν καὶ ἀξίαν ἔτι σμικρύνοντα μὲν τὸ οἰκεῖον ἔργον, θαυμάζοντα δὲ τοῦ σωτῆρος τὸ δῶρον.

[00092]    Καὶ γὰρ ἀεὶ τὸ πρέπον τῷ Χριστῷ παρεχώρει·

[00093]    διὸ καὶ αὐτὸς δέχεται τὴν ἐξ οὐρανῶν ἐπ' αὐτὸν ἐλθοῦσαν μαρτυρίαν, ἄξιος ὢν τῶν ἐπουρανίων ῥημάτων τε καὶ πραγμάτων.

[00094]    Εἶδε γάρ φησιν, τὸν οὐρανὸν ἀνεῳχθέντα καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ φωνῆς μαρτυρούσης·

[00095]    οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

[00096]    Ἴσα τῶν πραγμάτων τὰ ῥήματα·

[00097]    καὶ θεωρεῖ γὰρ καὶ ἀκούει Ἰωάννης βαπτίζων.

[00098]    Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι.

[00099]    Ὄντως ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται.

[00100]    Ἐξ ἐκείνου γὰρ ἔστη τῶν προφητῶν τὰ κηρύγματα, ἐκείνου ὑποδείξαντος ὃν ἐκεῖνοι προειρήκασιν.

[00101]    Ἔστη τοῦ νόμου τὸ βάρος, ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν.

[00102]    Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι' ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00103]    Ἀμήν.

[00104]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [2]
Litterarum Omnium Conspectus: 112 Litterae, quae repetitae sunt in 6,870 occasionibus



α

0945 

497   

Α

0913 

1   

β

0946 

53   

Β

0914 

1   

γ

0947 

146   

Γ

0915 

1   

δ

0948 

108   

Δ

0916 

0   

ε

0949 

322   

Ε

0917 

7   

ζ

0950 

32   

Ζ

0918 

0   

η

0951 

123   

Η

0919 

1   

θ

0952 

71   

Θ

0920 

2   

ι

0953 

286   

Ι

0921 

0   

κ

0954 

173   

Κ

0922 

7   

λ

0955 

143   

Λ

0923 

0   

μ

0956 

198   

Μ

0924 

1   

ν

0957 

627   

Ν

0925 

0   

ξ

0958 

37   

Ξ

0926 

0   

ο

0959 

468   

Ο

0927 

6   

π

0960 

249   

Π

0928 

1   

ρ

0961 

303   

Ρ

0929 

0   

ς

0962 

233   

΢

0930 

0   

σ

0963 

209   

Σ

0931 

1   

τ

0964 

601   

Τ

0932 

13   

υ

0965 

112   

Υ

0933 

0   

φ

0966 

59   

Φ

0934 

0   

χ

0967 

58   

Χ

0935 

4   

ψ

0968 

7   

Ψ

0936 

0   

ω

0969 

97   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

4   

8172 

   



 ά 

 8049 

 79 

 έ 

 8051 

 77 

 ή 

 8053 

 39 

 ί 

 8055 

 137 

 ό 

 8057 

 73 

 ύ 

 8059 

 48 

 ώ 

 8061 

 21 

 ὰ 

 8048 

 60 

 ὲ 

 8050 

 19 

 ὴ 

 80852 

 58 

 ὶ 

 8054 

 84 

 ὸ 

 8056 

 115 

 ὺ 

 8058 

 8 

 ὼ 

 8060 

 4 

 ᾶ 

 8118 

 11 

   

   

 0 

 ῆ 

 8134 

 38 

 ῖ 

 8150 

 36 

   

   

 0 

 ῦ 

 8166 

 101 

 ῶ 

 8182 

 53 

 ἀ 

 7936 

 60 

 ἐ 

 7952 

 98 

 ἠ 

 7968 

 0 

 ἰ 

 7984 

 21 

 ὀ 

 8000 

 7 

 ὐ 

 8016 

 68 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 4 

 ἡ 

 7969 

 27 

 ἱ 

 7985 

 5 

 ὁ 

 8001 

 25 

 ὑ 

 8017 

 16 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 0 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 4 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 7 

 ἔ 

 7956 

 25 

 ἤ 

 7972 

 4 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 2 

 ὔ 

 8020 

 5 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 1 

 ἕ 

 7957 

 3 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 0 

 ὅ 

 8005 

 2 

 ὕ 

 8021 

 7 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 8 

 ἶ 

 7990 

 4 

   

   

 0 

 ὖ 

 8022 

 1 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 4 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 2 

   

   

 0 

 ῃ 

 8131 

 8 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 9 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 20 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [2]
Verborum Omnium Conspectus: 659Verba, quae repetita sunt in 1,228,046 occasionibus



ἀγαπητός [00095]
ἀγγέλου [00026] [00040]
ἁγίοις [00001]
ἅγιον [00005]
ἁγίου [00001] [00015] [00016]
ἄγριον [00036]
Ἀδημονοῦσι [00020]
ἀεὶ [00006] [00052] [00092]
αἴρων [00069]
αἰῶνας [00102]
αἰώνιον [00102]
αἰώνων [00102]
ἀκόρεστον [00030]
ἄκουε [00067]
ἀκούει [00097]
ἀκούσαντες [00018]
Ἀκούσατε [00026]
ἀκρίδες [00036]
ἀλήθεια [00010]
ἀληθείᾳ [00088] [00090]
ἀλήθινον [00069]
ἀληθῶς [00003] [00034] [00041]
ἀλλὰ [00014] [00081] [00086] [00087]
Ἀλλὰ [00015] [00050]
ἁμαρτίαν [00069]
ἁμαρτιῶν [00102]
Ἀμέλει [00018]
Ἀμὴν [00009]
Ἀμήν [00103]
ἀναδείξεως [00046]
ἀναδειχθῆναι [00054]
ἀναρμάρτητον [00087]
ἀνδρείαν [00035]
ἀνδρείας [00032]
ἀνδρὸς [00051]
ἀνέχεται [00030] [00033]
ἀνεῳχθέντα [00094]
ἀνθρώπινον [00030]
ἀντισχεῖν [00086]
ἀνώτερον [00021]
ἀξία [00010]
ἀξίαν [00020] [00025] [00081] [00091]
ἀξιόπιστον [00063]
ἄξιος [00093]
ἀπαίτησις [00002]
ἀπειργάσατο [00066]
ἀπεργάζεται [00004]
ἀπεργάσῃ [00079]
ἀπέσμηξε [00087]
ἀπιέναι [00051]
ἁπλότητα [00029]
ἀποδιδόμενον [00004]
ἀποδιδόναι [00006]
ἀπονέμεται [00028]
ἀποροῦντες [00023]
ἀποφηναμένου [00038]
ἄρα [00019] [00024]
ἀρετή [00045]
ἁρπάζει [00049]
ἄρτι [00081]
ἀρχὴν [00004]
ἀρχιεπισκόπου [00001]
ἀσκήσεως [00032]
ἀσπάζεται [00049]
αὐγαῖς [00086]
αὐγῇ [00086]
αὔξει [00004]
αὐξήσεως [00042]
Αὕτη [00010]
αὕτη [00010]
αὐτὴν [00064] [00066]
αὐτὸν [00050] [00051] [00073] [00080] [00093] [00094]
αὐτόν [00054] [00062] [00082]
αὐτὸς [00033] [00088] [00090] [00093] [00102]
αὐτοῦ [00015] [00016] [00026] [00031] [00031] [00032] [00042] [00046] [00058] [00062] [00063] [00068]
αὐτῷ [00025] [00033] [00036]
Ἄφες [00081]
ἄφεσιν [00102]
ἀφίησιν [00082]
Ἀφίησιν [00084]
Ἀχθοφόρου [00033]
ἀψευδῶς [00011]


βαπτιζόμενοι [00088]
βαπτίζονται [00088]
βαπτίζουσαν [00071]
βαπτίζω [00089]
βαπτίζων [00097]
βαπτίσαι [00077]
βαπτίσει [00090]
βαπτισθῆναι [00068] [00074] [00076]
βάπτισμα [00061] [00102]
βαπτίσματα [00102]
βαπτίσματι [00087]
βαπτίσματος [00079] [00098]
βαπτιστὴν [00005] [00020] [00041] [00091]
βαπτιστὴς [00073] [00088]
βαπτιστῆς [00014]
βαπτιστοῦ [00001] [00009] [00012] [00038] [00040]
βάρος [00033] [00101]
βαρὺς [00034]
βασιλέα [00084]
βασιλεῖ [00060]
βασιλεία [00056] [00099]
βασιλείαν [00060]
βίος [00034] [00052]
βίου [00021] [00049]
βίῳ [00030]
Βλέπουσι [00021]
βραχύτατον [00071]
βρέφους [00020]
βρωμάτων [00030]


Γαλιλαίας [00068]
γὰρ [00003] [00005] [00007] [00010] [00013] [00020] [00030] [00032] [00033] [00034] [00041] [00042] [00045] [00051] [00052] [00054] [00056] [00060] [00061] [00067] [00069] [00072] [00078] [00081] [00084] [00092] [00097] [00100] [00101] [00102]
γάρ [00011] [00016] [00031] [00043] [00070] [00094]
γαστρὶ [00030]
γαστρὸς [00017] [00035]
γενέθλιον [00001]
γεννητοῖς [00009] [00012] [00013] [00038]
γεῦσιν [00030]
γῆς [00040]
γινόμενοι [00005]
γινώσκει [00030] [00049]
γνῶναι [00025]
γνωρίσματα [00044]
γυμνῶσαι [00081]
γυναικῶν [00009] [00012] [00038]


δανεισθέντων [00002]
δὲ [00004] [00006] [00035] [00036] [00038] [00053] [00059] [00063] [00090] [00091] [00102]
δεδανείσμεθα [00003]
δεῖξαι [00081]
δεξιὰν [00079]
δερματίνην [00031] [00035]
δεσπότῃ [00060]
δεσπότην [00077] [00084]
δεσπότης [00011] [00069] [00080]
∆εσπότου [00038]
δεσπότου [00077] [00078]
δέχεται [00093]
δηλῶν [00060]
δι [00035] [00102]
δίδωσιν [00087]
διεγείρων [00060]
διεκώλυε [00073]
διεπλάσθην [00076]
δίκαιον [00008]
δικαιοσύνης [00086]
δικαίου [00007]
δικαίῳ [00028]
δικαίων [00013]
∆ιὸ [00017]
διὸ [00093]
δόξα [00102]
δόξης [00030]
δοῦλος [00077] [00084]
δύναμιν [00020]
δῶρον [00091]


Ἔασον [00078]
ἑαυτὸν [00052]
ἐβαπτίζοντο [00062]
ἐγηγέρθαι [00038]
ἐγήγερταί [00012]
ἐγήγερται [00009] [00013]
ἐγκωμίων [00010]
ἐγὼ [00074] [00077]
Ἐγὼ [00076] [00089]
Ἐγώ [00075]
Ἔδει [00041]
ἔδειξε [00098]
Ἔδειξεν [00063]
ἐδείχθη [00102]
ἐδήλου [00035]
ἐδίδου [00061]
ἐδωρήσατο [00102]
Εἶδε [00094]
εἰπεῖν [00007]
εἰρηκότος [00040]
εἰς [00001] [00005] [00034] [00040] [00050] [00060] [00064] [00102] [00102] [00102]
Εἰσῆγε [00061]
Εἶχε [00031] [00035]
ἐκ [00014] [00016] [00087] [00087]
ἕκαστον [00051]
ἐκείνῃ [00008]
ἐκεῖνοι [00100]
ἐκείνου [00100] [00100] [00102]
ἐκήρυξε [00101]
ἐκπλήττονται [00022]
ἐκραταιοῦτο [00043]
ἔλεγον [00018]
ἐλθοῦσαν [00093]
ἐμάνθανε [00029]
ἐμαυτοῦ [00081]
ἐμὴν [00078]
ἐμμένοντα [00087]
ἐμὸν [00077]
ἐμοῦ [00076] [00078]
ἐμπορεύεσθαι [00030]
ἐμπρόθεσμος [00002]
ἐν [00001] [00009] [00012] [00013] [00030] [00032] [00035] [00037] [00038] [00040] [00040] [00046] [00047] [00049] [00049] [00054] [00088] [00089] [00090] [00095]
ἓν [00102]
ἐνάρετος [00052]
ἐνδιατρίβειν [00050]
ἔνδον [00017]
ἔνδυμα [00031] [00032]
ἐνέφηνεν [00035]
ἐντεῦθεν [00067]
ἐνώπιον [00027] [00040]
ἐξ [00093]
Ἐξ [00100]
ἐξάκουστος [00052]
ἐξεπορεύετο [00062]
ἐξηγούμενος [00060]
ἐξουσίαν [00078]
ἐπ [00093]
ἐπαινῶν [00011]
ἐπαξίως [00011]
Ἐπεσπᾶτο [00051]
Ἐπέστη [00002]
ἐπὶ [00007] [00007] [00017] [00040] [00068]
ἐπιδέομαι [00075]
ἐπιδημοῦντι [00060]
ἐπιθυμίαν [00035]
ἐπικείμενον [00033]
ἐπίκειται [00002]
Επιτρέπετα [00039] [00085] [00104]
ἐπουρανίων [00067] [00093]
ἐρᾷ [00030]
ἐργάζεται [00017]
ἔργον [00079] [00091]
ἐρήμοις [00046] [00047]
ἔρημον [00033] [00034] [00050] [00064] [00064] [00098]
ἐρημοπολίτην [00069]
ἐρήμου [00028]
ἐρήμῳ [00032] [00037] [00049] [00049] [00054]
ἔρχῃ [00074] [00076]
ἐρχόμενον [00094]
ἐρχόμενος [00072]
ἔσεσθαι [00040]
ἐσθῆτος [00030]
ἔσται [00019] [00024]
Ἔσται [00027]
ἔστη [00100]
Ἔστη [00101] [00102]
ἕστηκεν [00090]
ἐστιν [00011] [00095]
ἔστιν [00007] [00042]
ἑτέραν [00004]
ἔτι [00050] [00091]
ἑτοιμάζων [00060]
ἑτοιμάσατε [00058]
εὐαγγελίζεται [00017] [00099]
εὐδόκησα [00095]
εὐθείας [00058]
εὐθὺς [00017]
εὐτονίαν [00083]
εὐτρεπίζων [00060]
ἐφελκόμενος [00052]
ἐφόρει [00033]
ἔχειν [00087]
ἔχω [00074]
ἕως [00046]


ζωὴν [00102]
ζωῆς [00071]
ζώνην [00031] [00035]
ζῴου [00033]


[00002] [00002] [00002] [00010] [00010] [00045] [00051] [00056] [00062] [00062] [00063] [00071] [00083] [00084] [00099] [00102]
[00007]
[00036]
[00008]
ἤγγικε [00056]
ἡγίασται [00014]
ἤδη [00050] [00079]
ἥδιον [00037]
Ἦλθε [00069]
Ἦλθεν [00071]
ἦλθον [00081]
Ἦλθον [00077]
ἡλικίας [00044]
ἡλίου [00086]
ἡμᾶς [00002] [00050]
ἡμέρα [00002]
ἡμέρας [00046]
ἡμῖν [00004] [00041]
ἡμῶν [00001]
ἦν [00034] [00036] [00046] [00060] [00064] [00070] [00072]
Ἦν [00047]
ἤρξατο [00102]
ἧς [00035]
ἡσυχίαν [00049]
Ηὔξανε [00043]


θαυμάζοντα [00091]
θαυμάζουσι [00020]
θαυμαστότερον [00046]
θαύματα [00042] [00060]
θαύματι [00053]
θαυματουργοῦντα [00020]
Θέλετε [00024] [00025]
θεοῦ [00071] [00094] [00098] [00101]
θεράπειαν [00061]
θεραπείαν [00017]
θεῷ [00041]
θεωρεῖ [00097]
θεωροῦντες [00020]


ἰδεῖν [00042]
ἴδιον [00032]
Ἰδοὺ [00028]
Ἰερεμίας [00014]
Ἰεροσόλυμα [00062]
Ἰησοῦς [00068]
Ἰορδάνην [00068]
Ἰορδάνου [00062]
Ἰουδαία [00062]
Ἰουδαίων [00102]
Ἴσα [00096]
Ἰσραήλ [00046]
ἴσχυσεν [00084]
Ἰωάννην [00005] [00053] [00068] [00072]
Ἰωάννης [00014] [00088] [00097]
Ἰωάννου [00001] [00001] [00009] [00012] [00038] [00099]


καθαίρειν [00087]
καθαρὸν [00081] [00087]
καιρὸν [00003]
καιροῦ [00020]
καλλωπισμὸν [00030]
καλῶς [00073]
καμήλων [00031]
καταβαῖνον [00094]
καταγγέλλουσαν [00101]
κατασκευάζων [00064]
κατεσκεύασεν [00098]
κατορθώματα [00042]
κατορθώματος [00048]
κατορθωμάτων [00007]
κεκράγασιν [00023]
κέκραγε [00088]
κεκραγότος [00026]
κεφαλὴν [00078]
κήρυγμα [00063]
κηρύγματα [00100]
κηρύγματος [00053] [00063]
κηρύσσων [00054]
κηρύττοντα [00069]
κηρύττων [00077]
κοιλίας [00016]
κόσμου [00049] [00069]
κούφως [00033]
κυοφορούμενος [00015]
κυρίου [00027] [00040] [00058] [00087]
Κωνσταντινουπόλεως [00001]


λαμβάνει [00049]
λαμπρὰ [00051]
λαμπρότητι [00007]
λαοῦ [00050]
λεγόμενα [00059]
λέγοντος [00040]
λέγω [00004] [00009] [00065]
λέγων [00011] [00054] [00073] [00088]
λεῖπον [00003] [00004]
λέξις [00083]
λόγοι [00005]
λόγοις [00003] [00050]
λόγου [00086]
λοιπὸν [00067] [00087] [00088]
λυομένης [00030]
λύχνον [00069]
λύχνος [00070] [00086]


μαθεῖν [00024]
μαθόντες [00022]
μακροθυμίαν [00101]
μᾶλλον [00063] [00078]
μαρτυρίαν [00093]
μαρτυρούσης [00094]
μὲ [00075]
μέ [00074]
μεγαλύνεσθαι [00041]
μέγαν [00040]
μέγας [00027]
μεγέθει [00007]
μεθοδεύουσα [00002]
μεῖζον [00028] [00048]
μείζω [00038]
μείζων [00009] [00012]
μέλι [00036]
μέλλοντα [00060]
μὲν [00006] [00051] [00089] [00091]
μέσος [00090]
μετανοεῖτε [00055]
μετάνοιαν [00061] [00069] [00101] [00102]
μέχρις [00099]
μήτρας [00014]
μητρὸς [00016]
μνήμη [00010]
μόνον [00008] [00087]
μονώτατος [00064]
μου [00079] [00095]


ναρκῶσαν [00079]
νενεκρωμένην [00035]
νεότητος [00049]
νέου [00045]
νικώσῃ [00086]
νόμος [00099]
νόμου [00101]
νῦν [00064] [00081]


ξένα [00059]
ξενίζονται [00022]
ξένῳ [00053]


[00011] [00014] [00014] [00034] [00052] [00064] [00068] [00069] [00069] [00070] [00070] [00071] [00072] [00073] [00080] [00084] [00084] [00086] [00087] [00088] [00095] [00095] [00099]
[00102] [00102]
ὁδὸν [00058]
Ὅθεν [00062] [00073] [00088]
οἱ [00005] [00018] [00088] [00099]
οἶδα [00078]
οἴδατε [00090]
οἰκεῖον [00086] [00091]
οἰκονομίαν [00081]
οἰκουμένην [00098]
Ὅλην [00066]
ὃν [00090] [00100]
Ὄντως [00099]
ὀξύτης [00002]
ὅπου [00004]
Ὁρᾷς [00091]
ὁρῶντες [00022]
ὀσφὺν [00031]
ὅτι [00046]
Οὐ [00030]
οὐ [00030] [00030] [00081] [00081] [00084] [00087]
Οὐδεὶς [00013]
οὐδὲν [00040] [00040]
Οὐκ [00012]
οὐκ [00009] [00030] [00030] [00090]
οὖν [00080]
Οὔπω [00029]
οὔπω [00049] [00049]
οὐράνιον [00060]
οὐρανὸν [00066] [00094] [00098]
οὐρανῷ [00040]
οὐρανῶν [00056] [00069] [00093] [00099]
Οὗτος [00098]
οὗτός [00095]
οὗτος [00070] [00098]
Οὕτως [00087]
οὕτως [00013] [00087]
οὐχ [00077] [00086]
ὀφειλομένης [00010]
ὀφείλων [00077]
ὄφλημα [00002]
ὀφλήματι [00006]
ὀφλήματος [00004]
ὀχετὸν [00071]
ὄχλησιν [00049]


Παιδαγωγουμένης [00049]
παιδίον [00019] [00021] [00024] [00049]
παιδίου [00024]
πάλιν [00028] [00057]
πάντας [00060]
πάντες [00018]
παρ [00041] [00076]
παρὰ [00041] [00076]
παραγίνεται [00068]
παραγίνῃ [00075]
παράδεισον [00098]
παράδοξα [00059]
παράδοξον [00042]
παραλέλειπται [00040]
παρεγένετό [00054]
παρεγένετο [00069]
πάρεστιν [00002]
παρέχει [00030]
παρέχειν [00102]
παρεχώρει [00092]
παρεχώρησε [00086]
παροδεύοντα [00071]
παρόντα [00003]
πᾶσα [00062] [00062] [00062]
πᾶσαν [00052]
πατρὶ [00017]
πατρὸς [00001]
πεῖραν [00049]
πέλαγος [00071]
περὶ [00026] [00031] [00077]
περιβάλλεται [00030]
περιγενέσθαι [00086]
περιστερὰν [00094]
περίχωρος [00062]
πηγὴ [00071]
πλέον [00014] [00053]
πλήθη [00053]
πληρούμενον [00004]
πληροῦται [00015]
πληρῶσαι [00081]
πλησθήσεται [00016]
πλοκὴν [00029]
πλοῦτον [00030] [00060]
πνεῦμα [00094]
πνεύματι [00043] [00088] [00090]
πνεύματος [00015] [00016]
ποθεινῷ [00028]
ποιεῖτε [00058]
ποιητοῦ [00038]
ποικιλίαν [00030]
πόλιν [00064] [00065]
πολιτεία [00051] [00063]
πολιτείαν [00049]
πολιτείας [00042] [00063]
πολλὰ [00102]
πολυτελεστάτης [00037]
πορείαν [00060]
πόσην [00083]
πόταμος [00071]
ποτιζόμενον [00098]
πραγμάτων [00007] [00029] [00067] [00093] [00096]
πρέπει [00102]
πρέπον [00092]
πρὸ [00020] [00022]
πρόδρομος [00060]
προδρόμου [00001]
προειρήκασιν [00100]
προείρηται [00054]
προκοπὴν [00024]
προλαμβάνων [00029]
προξενῶν [00060]
πρὸς [00046] [00050] [00051] [00052] [00053] [00062] [00068] [00069] [00069] [00069] [00071] [00071] [00071] [00072] [00074] [00075] [00079] [00080] [00094]
προσγινομένην [00025]
προσεγγίζον [00061]
προσεγγίζουσαν [00060]
προσέλαβεν [00063]
πρόσφορον [00032]
προφῆται [00099]
προφήτης [00014]
προφητῶν [00100]
πρώην [00064]
πρώτοις [00040]


ῥήματα [00096]
ῥημάτων [00093]
ῥύακα [00071]
ῥύπον [00087]


σαφῶς [00088]
σῇ [00078]
σημαίνει [00083]
σημαίνων [00033]
σήμερον [00002]
σκιρτήσας [00017]
σμικρύνοντα [00091]
σοῦ [00074] [00075] [00076] [00077]
σταγόνα [00071]
στείρας [00042]
σὺ [00074] [00075] [00076]
συμφέρουσαν [00081]
Συνέρρει [00053]
συνέχοντος [00050]
συνηύξει [00045]
συστείλας [00086]
σχῆμα [00032]
σῶμα [00087]
σώματι [00045]
σωτὴρ [00087]
σωτηρίας [00071]
σωτῆρος [00091]


Τὰ [00022]
τὰ [00022] [00042] [00042] [00044] [00053] [00059] [00060] [00096] [00100] [00102]
ταῖς [00046] [00047] [00086]
τὰς [00033] [00058]
Ταῦτα [00044] [00059]
ταὐτῷ [00035]
τάχα [00008]
τε [00035] [00093]
τετίμηται [00014]
τῇ [00007] [00008] [00030] [00054] [00061] [00078] [00086] [00098]
τὴν [00017] [00020] [00024] [00025] [00029] [00029] [00030] [00030] [00031] [00033] [00034] [00035] [00040] [00049] [00049] [00049] [00049] [00050] [00058] [00060] [00060] [00061] [00064] [00064] [00069] [00069] [00078] [00078] [00079] [00081] [00081] [00087] [00093] [00098] [00098]
τήν [00035]
τῆς [00010] [00017] [00028] [00029] [00032] [00032] [00035] [00035] [00037] [00042] [00042] [00042] [00044] [00044] [00045] [00063] [00068] [00071] [00071] [00081] [00086]
Τί [00004] [00007] [00024] [00065] [00080]
τί [00019] [00048] [00050]
τικτόμενος [00017]
τιμὴν [00040] [00091]
τιμῆς [00010]
Τὸ [00032]
τὸ [00001] [00002] [00003] [00004] [00004] [00006] [00019] [00021] [00024] [00028] [00031] [00032] [00033] [00046] [00054] [00063] [00063] [00069] [00069] [00071] [00079] [00081] [00086] [00087] [00087] [00087] [00091] [00091] [00092] [00094] [00101] [00102]
Τοιοῦτοι [00005]
τοῖς [00003] [00050] [00059] [00087]
τόκον [00022] [00042]
τόκου [00022]
τολμηρὰν [00079]
τὸν [00003] [00005] [00005] [00020] [00022] [00030] [00041] [00042] [00046] [00060] [00068] [00068] [00069] [00069] [00069] [00069] [00077] [00084] [00084] [00087] [00091] [00094]
τοσαύτῃ [00007]
τοσαύτην [00091]
Τότε [00068] [00082]
τότε [00059] [00099]
Τοῦ [00001]
τοῦ [00001] [00001] [00001] [00007] [00009] [00012] [00015] [00020] [00020] [00021] [00022] [00024] [00026] [00038] [00040] [00040] [00040] [00045] [00048] [00049] [00049] [00050] [00050] [00051] [00053] [00062] [00063] [00068] [00069] [00071] [00075] [00077] [00078] [00079] [00086] [00086] [00087] [00091] [00094] [00098] [00101]
τοὺς [00102]
τοῦτο [00019] [00024] [00037] [00072] [00088]
τούτοις [00050]
τούτου [00014] [00048]
τρέχοντος [00050]
τρίβους [00058]
τρίχας [00033]
τριχῶν [00031]
τρόπων [00021]
τροφὴ [00036]
τῷ [00006] [00007] [00017] [00028] [00028] [00040] [00045] [00053] [00060] [00060] [00087] [00092]
τῶν [00002] [00002] [00007] [00007] [00010] [00013] [00029] [00030] [00040] [00040] [00056] [00061] [00067] [00069] [00087] [00093] [00096] [00099] [00100] [00102] [00102]


ὕδασιν [00087]
ὕδατι [00089]
ὑδάτων [00087]
υἱός [00095]
ὑμᾶς [00089] [00090]
ὑμεῖς [00090]
ὑμῖν [00009] [00081]
ὑμῶν [00090]
ὑπ [00062] [00068]
ὑπάντησιν [00060]
ὑπὲρ [00020]
ὑπήκοος [00084]
ὑπὸ [00074]
ὑποδείξαντος [00100]
ὑποκύψαι [00078]
ὑποπίπτοντες [00006]


φαίνοντα [00069]
φαίνων [00070]
φέρειν [00033]
φησί [00027]
φησι [00031] [00054]
φησίν [00046] [00068] [00082]
φησιν [00012] [00016] [00018] [00036] [00043] [00062] [00070] [00075] [00094]
φιλάρετον [00052]
φιλονεικοῦμεν [00050]
φιλονεικοῦντες [00006]
φοβεῖσθαι [00078]
φυλάττει [00029]
φύσεως [00081] [00087]
φύσιν [00087]
φωνὴ [00086]
φωνῇ [00008]
φωνῆς [00094]
φῶς [00069] [00086]
φωτίζειν [00087]
φωτὸς [00075]


χάριν [00087]
χάρισμα [00063]
χάριτι [00061] [00098]
χάριτος [00044] [00087]
χειρὶ [00078]
χρείαν [00074]
χρέος [00004] [00006]
χρεωστουμένων [00002]
χρήσασθαι [00008]
Χριστὸς [00072] [00102]
Χριστῷ [00092]
χρόνων [00021]
Χρυσοστόμου [00001]


ψυχὴν [00052]
ψυχῆς [00029] [00035] [00045]
ψυχῶν [00061]


[00083]
[00095] [00102]
ὢν [00093]
ὡς [00003] [00033] [00054] [00077] [00077] [00087]
ὡσεὶ [00094]